Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
  2. ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
  3. ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.
  4. ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  5. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
  6. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·
  7. Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
  8. πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.