Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
  2. καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
  3. ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.
  4. εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
  5. νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
  6. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  7. εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  8. Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
  9. Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
  10. ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.
  11. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  12. κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
  13. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  14. πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας
  15. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  16. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·
  17. αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
  18. ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
  19. ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.
  20. ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  21. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
  22. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·
  23. Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
  24. πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
  3. ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
  4. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
  5. Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
  6. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
  7. πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
  8. εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
  9. νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
  10. καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·
  11. δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  12. εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
  13. ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
  14. πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
  15. ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  16. καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
  17. ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες
  18. υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη
  19. θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
  20. καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  21. ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο