Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  2. ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
  3. μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.
  4. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  5. τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,
  6. παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
  7. αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,
  8. εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει
  9. Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
  10. πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,
  11. αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
  12. λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι
  13. πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,
  14. εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,
  15. τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο
  16. λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν
  17. ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
  18. καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
  19. ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.
  20. εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται