Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
- ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
- μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·
- δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.
- τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
- ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
- μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.
- αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
- τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,
- παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
- αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,
- εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει
- Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
- πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,
- αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
- λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι
- πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,
- εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,
- τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο
- λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν
- ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
- καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
- ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.
- εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
- νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
- ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
- εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
- Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
- ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.