Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε
  2. παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν
  3. ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.
  4. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  5. ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·
  6. ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
  7. ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
  8. μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·