Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.
  2. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  3. ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε
  4. παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν
  5. ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.
  6. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  7. ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·