Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
  • εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.
  • δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
  • ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
  • παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·
  • τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
  • ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
  • ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
  • ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον
  • καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.
  • ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.