Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
  • δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
  • ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,
  • μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.
  • οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,
  • οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.
  • νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
  • λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·
  • τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.