πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθονἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖοἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλαἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορεὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸςπαιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσανταἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον