Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,
  2. πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·
  3. ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον
  4. ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
  5. λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
  6. ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ
  7. ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο
  8. ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα
  9. ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.
  10. ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
  11. εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.
  12. δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
  13. ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
  14. παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·
  15. τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
  16. ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
  17. ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
  18. ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον
  19. καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.
  20. ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.
  21. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  22. ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε
  23. παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν
  24. ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.
  25. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  26. ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·
  27. ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
  28. ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
  29. μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·
  30. δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.
  31. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  32. ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
  33. μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.
  34. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  35. τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,
  36. παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
  37. αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,
  38. εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει
  39. Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
  40. πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,
  41. αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
  42. λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι
  43. πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,
  44. εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,
  45. τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο
  46. λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν
  47. ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
  48. καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
  49. ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.
  50. εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
  51. νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
  52. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  53. εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  54. Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
  55. Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
  56. ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.
  57. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  58. κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
  59. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  60. πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας
  61. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  62. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·
  63. αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
  64. ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
  65. ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.
  66. ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  67. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
  68. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·
  69. Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
  70. πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
  3. ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
  4. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
  5. Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.