ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσηςἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃνῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσαἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκεθήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶδάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαιΖηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόενταγαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορδυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖπολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμαεἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γενηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθονἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖοἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλαἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ