Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  • αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
  • ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
  • νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
  • ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα
  • ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  • θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  • ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
  • ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ
  • δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·
  • ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
  • καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
  • Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.