ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇμίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμωνοἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷΖεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσηςἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃνῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσαἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκεθήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶδάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαιΖηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόενταγαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορδυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖπολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμαεἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.