Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·
  • ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ
  • ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ
  • μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
  • ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
  • οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
  • Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  • ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  • αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
  • ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
  • νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
  • ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα
  • ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  • θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  • ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
  • ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ
  • δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·
  • ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
  • καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
  • Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.
  • πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,
  • σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
  • οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  • ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
  • ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
  • γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ
  • δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ
  • πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
  • ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,
  • ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα