Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·
  2. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  3. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  4. τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;
  5. οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;
  6. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  7. ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι
  8. κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·
  9. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  10. Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·
  11. ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ
  12. ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ
  13. μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
  14. ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
  15. οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
  16. Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  17. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  18. αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
  19. ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
  20. νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
  21. ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα
  22. ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  23. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  24. ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
  25. ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ
  26. δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·
  27. ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
  28. καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
  29. Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.
  30. πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,
  31. σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
  32. οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  33. ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
  34. ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
  35. γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ
  36. δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ
  37. πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
  38. ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,
  39. ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα
  40. εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.
  41. τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε
  42. νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ
  43. ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
  44. ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,