Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
- αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,
- οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
- αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
- πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
- ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.
- τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·
- ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα
- καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·
- καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
- ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
- τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;
- οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι
- κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·
- τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
- Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·
- ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ
- ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ
- μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
- ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
- οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
- Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.