Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
  2. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,
  3. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
  4. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  5. πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
  6. ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.
  7. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·
  8. ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα