Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
  2. ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
  3. οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
  4. ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
  5. καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,
  6. ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ
  7. ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
  8. ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
  9. ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,
  10. ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
  11. καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν
  12. κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
  13. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
  14. πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
  15. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,
  16. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
  17. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  18. πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
  19. ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.
  20. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·
  21. ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα
  22. καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·
  23. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  24. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  25. τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;
  26. οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;
  27. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  28. ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι
  29. κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·
  30. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  31. Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·
  32. ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ
  33. ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ
  34. μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
  35. ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
  36. οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
  37. Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  38. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  39. αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
  40. ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
  41. νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
  42. ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα
  43. ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  44. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  45. ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
  46. ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ
  47. δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·
  48. ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
  49. καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι