Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γεἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺνἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλοἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃκαὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντωνληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης