Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
  2. στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
  3. ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
  4. Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
  5. καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
  6. τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
  7. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.