Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
  • μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
  • πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα
  • πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
  • γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
  • εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,
  • ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.
  • αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
  • ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,