Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
  2. παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
  3. στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
  4. ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
  5. Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
  6. καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
  7. τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
  8. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.