ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντεςξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσινῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆςμνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίηςπομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηταιχαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειταπείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαιγιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖςἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,