Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
  • ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  • νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·
  • ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
  • ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
  • ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
  • μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
  • πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
  • χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,