Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  2. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  3. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
  4. νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
  5. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,
  6. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  7. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
  8. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  9. νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·
  10. ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
  11. ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
  12. ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
  13. μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
  14. πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
  15. χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
  16. μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
  17. πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα
  18. πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
  19. γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
  20. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,
  21. ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.
  22. αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
  23. ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
  24. δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.
  25. εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
  26. οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,
  27. ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.
  28. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  29. Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε
  30. ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  31. οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.
  32. οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν
  33. ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
  34. καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,
  35. ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
  36. ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
  37. οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
  38. ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
  39. καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,
  40. ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ
  41. ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
  42. ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
  43. ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,
  44. ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
  45. καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν
  46. κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
  47. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
  48. πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
  49. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,
  50. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
  51. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  52. πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
  53. ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.
  54. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·
  55. ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα
  56. καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·
  57. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  58. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  59. τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;
  60. οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;
  61. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  62. ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι
  63. κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·
  64. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  65. Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·
  66. ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ
  67. ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ
  68. μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
  69. ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
  70. οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
  71. Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  72. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  73. αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
  74. ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
  75. νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
  76. ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα
  77. ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  78. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  79. ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
  80. ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ
  81. δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·
  82. ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
  83. καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
  84. Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.
  85. πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,
  86. σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
  87. οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  88. ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
  89. ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
  90. γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ
  91. δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ
  92. πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
  93. ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,
  94. ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα
  95. εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.
  96. τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε
  97. νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ
  98. ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
  99. ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,
  100. πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·
  101. ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον
  102. ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
  103. λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
  104. ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ
  105. ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο
  106. ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα
  107. ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.
  108. ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
  109. εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.
  110. δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
  111. ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
  112. παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·
  113. τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
  114. ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
  115. ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
  116. ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον
  117. καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.
  118. ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.
  119. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  120. ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε
  121. παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν
  122. ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.
  123. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  124. ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·
  125. ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
  126. ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
  127. μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·
  128. δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.
  129. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  130. ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
  131. μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.
  132. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  133. τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,
  134. παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
  135. αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,
  136. εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει
  137. Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
  138. πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,
  139. αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
  140. λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι
  141. πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,
  142. εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,
  143. τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο
  144. λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν
  145. ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
  146. καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
  147. ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.
  148. εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
  149. νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
  150. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  151. εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  152. Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
  153. Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
  154. ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.
  155. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  156. κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
  157. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  158. πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας
  159. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  160. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·
  161. αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
  162. ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
  163. ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.
  164. ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  165. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
  166. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·
  167. Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
  168. πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
  3. ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
  4. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
  5. Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
  6. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
  7. πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
  8. εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
  9. νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
  10. καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·
  11. δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  12. εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
  13. ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
  14. πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
  15. ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  16. καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
  17. ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες
  18. υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη
  19. θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
  20. καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  21. ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
  22. δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
  23. πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.
  24. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  25. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  26. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  27. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  28. ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,
  29. ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·
  30. πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
  31. ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
  32. οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,
  33. ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
  34. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
  35. πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
  36. κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
  37. δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
  38. ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
  39. ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.
  40. κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
  41. σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
  42. ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
  43. μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
  44. Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
  45. τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
  46. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
  47. σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
  48. κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
  49. βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.
  50. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  51. νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
  52. ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
  53. ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
  54. πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.
  55. ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα
  56. βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
  57. πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
  58. ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.
  59. τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,
  60. ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·
  61. τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.
  62. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  63. τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·
  64. ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.
  65. τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
  66. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·
  67. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
  68. αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
  69. κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,
  70. πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
  71. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  72. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  73. μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
  74. οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
  75. νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
  76. ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
  77. ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
  78. χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
  79. ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
  80. Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν
  81. χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
  82. Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
  83. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  84. πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
  85. κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
  86. αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
  87. ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
  88. δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
  89. καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
  90. αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
  91. Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
  92. ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
  93. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  94. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν
  95. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  96. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  97. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  98. ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
  99. φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
  100. νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
  101. πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  102. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  103. πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
  104. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
  105. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
  106. Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
  107. κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
  108. Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
  109. βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,
  110. μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
  111. ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
  112. Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
  113. Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
  114. Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·
  115. ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
  116. Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  117. πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
  118. ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
  119. Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
  120. οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
  121. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
  122. καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
  123. τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
  124. ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
  125. τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
  126. οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
  127. τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
  128. ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
  129. δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
  130. πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
  131. αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
  132. τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
  133. δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον
  134. οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
  135. μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
  136. αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
  137. δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
  138. οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
  139. ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
  140. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  141. Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
  142. αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
  143. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
  144. στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
  145. δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
  146. εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
  147. οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
  148. ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
  149. ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
  150. σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
  151. νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
  152. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  153. Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
  154. κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
  155. ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
  156. νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
  157. ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
  158. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
  159. οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
  160. ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
  161. ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
  162. ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
  163. φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
  164. κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
  165. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  166. ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
  167. οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
  168. ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
  169. ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
  170. ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
  171. τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
  172. αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
  173. ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
  174. ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
  175. ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
  176. ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
  177. οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
  178. ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
  179. εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
  180. ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
  181. ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
  182. νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
  183. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
  184. ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
  185. θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
  186. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
  187. μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
  188. ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
  189. τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
  190. βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
  191. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
  192. λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
  193. ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
  194. ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  195. καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
  196. ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
  197. ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
  198. οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
  199. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  200. χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
  201. καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
  202. τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
  203. ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
  204. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
  205. δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
  206. ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
  207. πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
  208. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
  209. ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
  210. ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
  211. δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
  212. τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
  213. ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
  214. πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
  215. εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
  216. πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
  217. ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
  218. ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
  219. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
  220. δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
  221. τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
  222. ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
  223. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
  224. οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
  225. οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
  226. τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
  227. ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
  228. ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
  229. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
  230. οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
  231. Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
  232. κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
  233. ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
  234. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  235. Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  236. ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
  237. ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
  238. χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
  239. νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
  240. ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
  241. ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
  242. εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
  243. δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
  244. ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
  245. Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
  246. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
  247. ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
  248. αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
  249. εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
  250. ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
  251. παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  252. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  253. ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
  254. Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
  255. οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
  256. ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
  257. οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
  258. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
  259. δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
  260. λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
  261. κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
  262. Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
  263. πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
  264. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
  265. μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
  266. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
  267. ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
  268. ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
  269. λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
  270. Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
  271. Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
  272. Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
  273. βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
  274. ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
  275. ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
  276. αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
  277. βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
  278. ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
  279. πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
  280. ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
  281. οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
  282. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
  283. εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
  284. ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
  285. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
  286. ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
  287. βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
  288. ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
  289. ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
  290. ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
  291. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  292. δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
  293. οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
  294. οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
  295. ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  296. τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
  297. τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
  298. οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
  299. καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
  300. ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
  301. αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
  302. Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
  303. βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
  304. ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
  305. σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
  306. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  307. δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
  308. ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
  309. αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
  310. οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
  311. ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
  312. ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
  313. ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
  314. εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
  315. οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
  316. καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
  317. εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
  318. εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
  319. ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
  320. οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
  321. ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
  322. ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
  323. Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
  324. θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
  325. ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
  326. ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
  327. τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
  328. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  329. οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
  330. ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
  331. ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
  332. χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
  333. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  334. Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  335. Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
  336. ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
  337. εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
  338. τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
  339. αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
  340. δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
  341. ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
  342. αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
  343. ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
  344. οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
  345. Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
  346. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  347. λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
  348. τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
  349. τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
  350. μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
  351. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
  352. πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
  353. εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
  354. τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  355. Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
  356. οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
  357. τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  358. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
  359. ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
  360. τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
  361. αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
  362. ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
  363. ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
  364. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
  365. ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
  366. ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
  367. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  368. τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
  369. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  370. Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
  371. μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
  372. οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
  373. πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
  374. τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
  375. ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
  376. ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
  377. αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
  378. ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
  379. ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
  380. ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
  381. δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
  382. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  383. ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
  384. ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.
  385. ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,
  386. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  387. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  388. ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
  389. ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
  390. δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
  391. ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
  392. τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
  393. καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
  394. αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
  395. ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
  396. Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
  397. καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
  398. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,
  399. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
  400. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  401. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  402. τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
  403. δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
  404. ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
  405. ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
  406. ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
  407. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  408. χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
  409. δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
  410. σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι
  411. δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
  412. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  413. καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  414. μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
  415. τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
  416. ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
  417. δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
  418. καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
  419. δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
  420. μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
  421. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
  422. ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
  423. δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
  424. δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·
  425. ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
  426. ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
  427. ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
  428. δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,
  429. δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
  430. καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
  431. χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα
  432. σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.
  433. ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
  434. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
  435. αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
  436. ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
  437. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
  438. τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
  439. ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,
  440. ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
  441. ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
  442. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  443. αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον,
  444. μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε
  445. εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
  446. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
  447. αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν
  448. ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·
  449. αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
  450. ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ
  451. θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
  452. ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
  453. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
  454. τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  455. ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
  456. ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
  457. ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
  458. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  459. θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
  460. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  461. χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ
  462. μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
  463. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
  464. Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
  465. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
  466. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
  467. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
  468. αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.
  469. ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
  470. οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.
  471. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  472. Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν
  473. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
  474. δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
  475. νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
  476. ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·
  477. κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,