Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  2. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
  3. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
  4. Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
  5. πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  6. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  7. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
  8. νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
  9. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,
  10. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  11. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
  12. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  13. νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·
  14. ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες