Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  2. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  3. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  4. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  5. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
  6. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
  7. Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
  8. πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  9. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.