Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
  2. υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
  3. ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
  4. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  5. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  6. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  7. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  8. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  9. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
  10. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
  11. Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
  12. πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  13. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  14. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
  15. νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.