Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,
  • οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
  • ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
  • εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
  • οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  • σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·
  • δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.