Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
  2. ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,
  3. οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
  4. ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
  5. εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
  6. οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  7. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·
  8. δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
  9. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,