Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
  2. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
  3. καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·
  4. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  5. Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
  6. ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,
  7. οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
  8. ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
  9. εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
  10. οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  11. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·
  12. δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
  13. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,
  14. χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
  15. ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
  16. υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
  17. ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
  18. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  19. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  20. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  21. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  22. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  23. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
  24. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
  25. Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
  26. πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  27. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  28. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
  29. νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
  30. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,
  31. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  32. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
  33. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  34. νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·
  35. ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
  36. ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
  37. ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
  38. μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
  39. πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
  40. χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
  41. μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
  42. πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα
  43. πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
  44. γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
  45. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,
  46. ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.
  47. αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
  48. ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
  49. δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.
  50. εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
  51. οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,
  52. ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.
  53. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  54. Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε
  55. ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  56. οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.
  57. οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν
  58. ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
  59. καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,
  60. ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
  61. ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
  62. οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
  63. ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
  64. καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,
  65. ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ
  66. ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
  67. ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
  68. ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,
  69. ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
  70. καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν
  71. κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
  72. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
  73. πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
  74. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,
  75. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
  76. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  77. πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
  78. ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.
  79. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·
  80. ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα
  81. καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·
  82. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  83. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  84. τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;
  85. οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;
  86. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  87. ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι
  88. κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·
  89. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  90. Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·
  91. ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ
  92. ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ
  93. μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
  94. ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
  95. οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
  96. Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  97. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  98. αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
  99. ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
  100. νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
  101. ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα
  102. ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  103. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  104. ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
  105. ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ
  106. δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·
  107. ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
  108. καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
  109. Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.
  110. πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,
  111. σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
  112. οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  113. ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
  114. ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
  115. γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ
  116. δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ
  117. πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
  118. ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,
  119. ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα
  120. εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.
  121. τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε
  122. νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ
  123. ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
  124. ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,
  125. πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·
  126. ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον
  127. ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
  128. λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
  129. ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ
  130. ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο
  131. ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα
  132. ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.
  133. ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
  134. εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.
  135. δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
  136. ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
  137. παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·
  138. τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
  139. ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
  140. ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
  141. ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον
  142. καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.
  143. ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.
  144. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  145. ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε
  146. παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν
  147. ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.
  148. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  149. ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·
  150. ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
  151. ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
  152. μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·
  153. δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.
  154. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  155. ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
  156. μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.
  157. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  158. τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,
  159. παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
  160. αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,