Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
  2. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
  3. καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·
  4. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  5. Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
  6. ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,
  7. οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
  8. ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
  9. εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
  10. οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  11. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·
  12. δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
  13. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,
  14. χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
  15. ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
  16. υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
  17. ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
  18. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  19. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  20. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  21. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  22. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  23. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
  24. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·