Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
  • σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας
  • τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν
  • ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
  • κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·
  • αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι
  • θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.