Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·
  2. θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·
  3. Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
  4. σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας
  5. τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν
  6. ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος