Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  2. καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
  3. εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
  4. σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
  5. ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
  6. αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
  7. πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,