Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
  2. τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
  3. ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
  4. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  5. καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
  6. εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
  7. σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
  8. ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
  9. αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς