Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·
  2. ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα
  3. σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι
  4. πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
  5. τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
  6. ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
  7. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  8. καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
  9. εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
  10. σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
  11. ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
  12. αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
  13. πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,
  14. ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
  15. ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
  16. καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
  17. οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·
  18. θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·
  19. Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
  20. σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας
  21. τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν
  22. ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
  23. κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·
  24. αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι
  25. θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.
  26. ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν
  27. πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  28. ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
  29. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
  30. καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·
  31. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  32. Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
  33. ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,
  34. οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
  35. ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
  36. εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
  37. οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  38. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·
  39. δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
  40. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,
  41. χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
  42. ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
  43. υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
  44. ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
  45. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  46. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  47. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  48. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  49. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  50. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
  51. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
  52. Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
  53. πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  54. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  55. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
  56. νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
  57. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,
  58. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  59. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
  60. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  61. νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·
  62. ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
  63. ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
  64. ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
  65. μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
  66. πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
  67. χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
  68. μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
  69. πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα
  70. πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
  71. γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
  72. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,
  73. ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.
  74. αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
  75. ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,