Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.
  2. ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
  3. παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·
  4. ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα
  5. σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι
  6. πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
  7. τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
  8. ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.