Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν
  2. ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.
  3. ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
  4. παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·
  5. ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα
  6. σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι
  7. πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.