Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,
  2. αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.
  3. ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
  4. τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
  5. τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,
  6. ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν
  7. ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.
  8. ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
  9. παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·