Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
  2. ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
  3. καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη
  4. πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,
  5. μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
  6. κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.
  7. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
  8. ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
  9. παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
  10. στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
  11. ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο