Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
  2. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
  3. ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
  4. συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
  5. τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει
  6. χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ
  7. Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
  8. ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,
  9. αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.