Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
  2. ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
  3. τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
  4. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
  5. ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
  6. συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
  7. τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει