Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
  2. ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·
  3. καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
  4. ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
  5. νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
  6. ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη
  7. ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
  8. ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
  9. τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.