Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
  2. φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
  3. πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
  4. αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
  5. αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
  6. ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·
  7. καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
  8. ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
  9. νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες