Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,
- εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
- αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,
- σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
- τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
- οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,
- ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
- τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
- τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
- ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
- πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
- ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
- ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
- ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
- ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,
- ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,
- ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,
- ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
- σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·
- ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·
- αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,
- ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
- ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
- ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
- ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
- ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
- νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
- καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
- ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
- ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
- ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
- ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
- φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
- βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
- ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
- δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν
- ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ
- μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
- ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε
- μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.
- σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,
- τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·
- οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη
- θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
- στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
- ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,
- ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
- λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
- ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
- λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
- μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
- αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.
- γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι;
- εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
- Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,
- εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·
- εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,
- τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
- τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς
- αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
- λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
- κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
- ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.
- οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,
- οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.
- Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
- φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·
- ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
- τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.
- ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
- δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
- ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς
- γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
- χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
- τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι
- νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,
- ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω
- παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
- ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
- ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα
- ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
- ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
- εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.
- σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
- ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
- ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
- ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
- ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,
- χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.
- τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
- ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·
- Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
- ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·
- καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
- νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
- οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
- ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
- ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
- Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
- εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
- τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
- ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·
- στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;
- ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
- οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
- ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
- δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
- οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
- ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
- ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,
- τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
- ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
- ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
- λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
- ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
- κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν
- Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·
- πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,
- δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
- ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
- δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·
- ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς
- ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ
- χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
- ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ
- γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.
- ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.
- αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
- ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,
- ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
- αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,
- ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,
- τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
- μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
- οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
- ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
- ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
- τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
- ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
- ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
- κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
- δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·
- κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
- οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
- Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
- πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,