Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
  2. αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ
  3. δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,
  4. εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
  5. αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,
  6. σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
  7. τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
  8. οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,
  9. ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
  10. τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
  11. τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  12. ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·