Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα
  2. λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
  3. αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ
  4. δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,
  5. εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
  6. αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,
  7. σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
  8. τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
  9. οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,
  10. ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
  11. τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
  12. τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  13. ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
  14. πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
  15. ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
  16. ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
  17. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
  18. ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,
  19. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,
  20. ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,
  21. ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
  22. σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·
  23. ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·
  24. αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,
  25. ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
  26. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  27. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  28. ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
  29. ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
  30. νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
  31. καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
  32. ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;