Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
  2. αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,
  3. ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα
  4. λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
  5. αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ
  6. δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,
  7. εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
  8. αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,
  9. σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
  10. τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
  11. οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,
  12. ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
  13. τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
  14. τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  15. ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
  16. πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
  17. ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
  18. ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
  19. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
  20. ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,
  21. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,
  22. ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,
  23. ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
  24. σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·