Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·
  2. κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
  3. καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,
  4. μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν
  5. παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν
  6. ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.
  7. δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
  8. ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
  9. ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
  10. μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.
  11. αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,
  12. οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
  13. αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,
  14. ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ
  15. καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,
  16. ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
  17. καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
  18. τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης
  19. εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,
  20. στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
  21. αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,